Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1568 Soph. OC 1579 (English) >>Soph. OC 1620

1579 Ἄγγελος ἄνδρες πολῖται, ξυντομωτάτως μὲν ἂν
1580τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα·
δʼ ἦν τὰ πραχθέντʼ, οὔθʼ μῦθος ἐν βραχεῖ
φράσαι πάρεστιν οὔτε τἄργʼ ὅσʼ ἦν ἐκεῖ.
Χορός ὄλωλε γὰρ δύστηνος;
Ἄγγελος ὡς λελοιπότα
κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο.
Χορός
1585πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ;
Ἄγγελος τοῦτʼ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον.
ὡς μὲν γὰρ ἐνθένδʼ εἷρπε, καὶ σύ που παρὼν
ἔξοισθʼ, ὑφηγητῆρος οὐδενὸς φίλων,
ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος.
1590ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν
χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,
ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,
κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως
Περίθου τε κεῖται πίστʼ ἀεὶ ξυνθήματα.
1595ἀφʼ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου
κοίλης τʼ ἀχέρδου κἀπὸ λαΐνου τάφου,
καθέζετʼ· εἶτʼ ἔλυσε δυσπινεῖς στολάς.
κἄπειτʼ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν
ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν·
1600τὼ δʼ εὐχλόου Δήμητρος εἰς προσόψιον
πάγον μολοῦσαι τάσδʼ ἐπιστολὰς πατρὶ
ταχεῖ ʼπόρευσαν σὺν χρόνῳ, λουτροῖς τέ νιν
ἐσθῆτί τʼ ἐξήσκησαν νομίζεται.
ἐπεὶ δὲ πᾶσαν εἶχε δρῶντος ἡδονὴν
1605κοὐκ ἦν ἔτʼ οὐδὲν ἀργὸν ὧν ἐφίετο,
κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι
ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα
πατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσαν
στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.
1610 δʼ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,
πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν· τέκνα,
οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.
ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι
τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·
1615σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλʼ ἓν γὰρ μόνον
τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.
τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον
τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι
τὸ λοιπὸν ἤδη τὸν βίον διάξετον.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1568 Soph. OC 1579 (English) >>Soph. OC 1620

Powered by PhiloLogic